Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.236 Joseph. AJ 5.241 (English) >>Joseph. AJ 5.246

5.239ταῦτα δʼ οὐ γέλωτος ἕνεκα, φησί, λέγω, ὅτι δὲ πολλῶν ἀγαθῶν ἐκ Γεδεῶνος πεπειραμένοι περιορῶσιν Ἀβιμέλεχον ἐπὶ τῶν ὅλων ὄντα πραγμάτων σὺν αὐτῷ τοὺς ἀδελφοὺς ἀποκτείναντες, ὃν πυρὸς οὐδὲν διοίσειν. καὶ μὲν ταῦτα εἰπὼν ὑπεχώρησε καὶ διῃτᾶτο λανθάνων ἐν τοῖς ὄρεσι δεδιὼς ἐπʼ ἔτη τρία τὸν Ἀβιμέλεχον. 5.240

Μετʼ οὐ πολὺ δὲ τῆς ἑορτῆς Σικιμῖται, μετενόησαν γὰρ ἐπὶ τοῖς Γεδεῶνος υἱοῖς πεφονευμένοις, ἐξελαύνουσι τὸν Ἀβιμέλεχον τῆς πόλεως καὶ τῆς φυλῆς· δὲ κακοῦν τὴν πόλιν ἐφρόντιζε. τῆς δʼ ὥρας τῆς τοῦ τρυγᾶν γενομένης ἐδεδίεσαν συλλέγειν τὸν καρπὸν προϊόντες μή τι δράσῃ κακὸν Ἀβιμέλεχος εἰς αὐτούς. 5.241ἐπιδημήσαντος δὲ πρὸς αὐτοὺς τῶν ἀρχόντων τινὸς Γυάλου σὺν ὁπλίταις καὶ συγγενέσι τοῖς αὐτοῦ φυλακὴν οἱ Σικιμῖται δέονται παρασχεῖν αὐτοῖς, ἕως ἂν τρυγήσωσι. προσδεξαμένου δʼ ἐκείνου τὴν ἀξίωσιν προῄεσαν καὶ Γυάλης σὺν αὐτοῖς τὸ οἰκεῖον ἄγων ὁπλιτικόν. 5.242 τε οὖν καρπὸς μετὰ ἀσφαλείας συνάγεται καὶ δειπνοῦντες κατὰ συμμορίαν φανερῶς ἀπετόλμων ἤδη βλασφημεῖν τὸν Ἀβιμέλεχον, οἵ τε ἄρχοντες ἐνέδραις καταλαμβανόμενοι τὰ περὶ τὴν πόλιν πολλοὺς τῶν Ἀβιμελέχου συλλαμβάνοντες ἀνῄρουν. 5.243

Ζάβουλος δέ τις τῶν Σικιμιτῶν ἄρχων ξένος ὢν Ἀβιμελέχου ὅσα παροξύνειεν Γυάλης τὸν δῆμον πέμπων ἀγγέλους ἐμήνυεν αὐτῷ καὶ παρῄνει λοχᾶν πρὸ τῆς πόλεως· πείσειν γὰρ Γυάλην ἐξελθεῖν ἐπʼ αὐτόν, καὶ τὸ λοιπὸν ἐπʼ ἐκείνῳ τυγχάνειν ὥστε ἀμύνασθαι· γενομένου γὰρ τούτου διαλλαγὰς αὐτῷ μνηστεύσεσθαι πρὸς τὸν δῆμον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.236 Joseph. AJ 5.241 (English) >>Joseph. AJ 5.246

Powered by PhiloLogic